12–13
Σίμων
εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέατὰ ἀηδέα Harmon not in MSS. τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής;
Σίμων
οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλʼ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα,ὑστεροῦντα Seager: ὑστερεῖν MSS. τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. ἢ οὐχ οὕτως;
5
Τυχιάδης
νὴ Δία, κἀμοὶ δοκεῖ.
Σίμων
τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκοςοἷκος Harmon: οἰκονόμος MSS. Cf. 53. οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.
ἀλλʼ ὅτι μὲν τέχνη ἐστὶν ἡ παρασιτική, κἀκ τούτων καὶ τῶν ἄλλων ἱκανῶς δέδεικται. λοιπὸν ὅτι καὶ ἀρίστη δεικτέον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον μέν, ὅτι κοινῇ πασῶν διαφέρει τῶν τεχνῶν, εἶτα ὅτι καὶ ἰδίᾳ ἑκάστης.