Thesauros Literature satire Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ

Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ

Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ Lucian of Samosata
7 ἐγώ, φίλε παῖ, Ἑρμογλυφικὴ τέχνη εἰμί, ἣν χθὲς ἤρξω μανθάνειν, οἰκεία τέ σοι καὶ συγγενὴς οἴκοθεν·μητρόθεν Fritzsche, as in Toxar. 51. ὅ τε γὰρ πάππος σου — εἰποῦσα τοὔνομα τοῦ μητροπάτορος — λιθοξόος ἦν καὶ τὼ θείω ἀμφοτέρω καὶ μάλα εὐδοκιμεῖτον διʼ ἡμᾶς. εἰ δʼ ἐθέλεις λήρων μὲν καὶ φληνάφων τῶν παρὰ ταύτης ἀπέχεσθαι, — δείξασα τὴν ἑτέραν — ἕπεσθαι δὲ καὶ συνοικεῖν ἐμοί, πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου δὲ παντὸς ἀλλότριος ἔσῃ· καὶ οὔποτε ἄπει ἐπὶ τὴν ἀλλοδαπήν, τὴν πατρίδα καὶ τοὺς οἰκείους καταλιπών, οὐδὲ ἐπὶ λόγοις ...λόγοις Lacuna noted by Bourdelot. At least ἀλλʼ ἐπʼ ἔργοις is necessary. ἐπαινέσονταί σε πάντες.
8 μὴ μυσαχθῇς δὲ τοῦ σχήματοςσχήματος Bekker: σώματος MSS. τὸ εὐτελὲς μηδὲ τῆς ἐσθῆτος τὸ πιναρόν· ἀπὸ γὰρ τοιούτων ὁρμώμενος καὶ Φειδίας ἐκεῖνος ἔδειξε τὸν Δία καὶ Πολύκλειτος τὴν Ἥραν εἰργάσατο καὶ Μύρων ἐπῃνέθη καὶ Πραξιτέλης ἐθαυμάσθη. προσκυνοῦνται γοῦν οὗτοι μετὰ τῶν θεῶν. εἰ δὴ τούτων εἷς γένοιο, πῶς μὲν οὐ κλεινὸς αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἔσῃ,ἔσῃ Dindorf: γένοιο MSS. ζηλωτὸν δὲ καὶ τὸν πατέρα ἀποδείξεις, περίβλεπτον δὲ ἀποφανεῖς καὶ τὴν πατρίδα;
8 Ταῦτα καὶ ἔτι τούτων πλείονα διαπταίουσα καὶ βαρβαρίζουσα πάμπολλα εἶπεν ἡ Τέχνη, μάλα δὴ σπουδῇ συνείρουσα καὶ πείθειν με πειρωμένη· ἀλλʼ οὐκέτι μέμνημαι· τὰ πλεῖστα γὰρ ἤδη μου τὴν μνήμην διέφυγεν.
8 ἐπεὶ δʼ οὖν ἐπαύσατο, ἄρχεται ἡ ἑτέρα ὧδέ πως·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme