Thesauros Literature satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata

17

Ἀκαδημεια
οὑτωσὶ μὲν ἀκοῦσαι πάνυ εὔλογα, ὦ ἄνδρες δικασταί, ἡ συνήγορος εἴρηκεν ὑπὲρ τῆς Μέθης, ἢνἢν Fritzsche: εἰ MSS. δὲ κἀμοῦ μετʼ εὐνοίας ἀκούσητε, εἴσεσθε ὡς οὐδὲν αὐτὴν ἠδίκηκα.
 
τὸν γὰρ Πολέμωνα τοῦτον, ὅν φησιν ἑαυτῆς οἰκέτην εἶναι, πεφυκότα οὐ φαύλως οὐδὲ κατὰ τὴν Μέθην, ἀλλʼ οἰκεῖον ἐμοὶ τὴν φύσιν, προαρπάσασα νέον ἔτι καὶ ἁπαλὸν ὄντα συναγωνιζομένης τῆς Ἡδονῆς, ἥπερ αὐτῇ τὰ πολλὰ ὑπουργεῖ, διέφθειρε τὸν ἄθλιον τοῖς κώμοις καὶ ταῖς ἑταίραις παρασχοῦσα ἔκδοτον, ὡς μηδὲ μικρὸν αὐτῷ τῆς αἰδοῦς ὑπολείπεσθαι. καὶ ἅ γε ὑπὲρ ἑαυτῆς λέγεσθαι μικρὸν ἔμπροσθεν ᾤετο, ταῦτα ὑπὲρ ἐμοῦ μᾶλλον εἰρῆσθαι νομίσατε· περιῄει γὰρ ἕωθεν ὁ ἄθλιος ἐστεφανωμένος, κραιπαλῶν, διὰ τῆς ἀγορᾶς μέσης καταυλούμενος, οὐδέποτε νήφων, κωμάζων ἐπὶ πάντας, ὕβρις τῶν προγόνων καὶ τῆς πόλεως ὅλης καὶ γέλως τοῖς ξένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme