48–51
Παρρησιάδης
τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.
5
Διογένης
πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.
Παρρησιάδης
θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.
Διογένης
νὴ Δίʼ, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως.
Παρρησιάδης
ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον· κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν;
Ἔλεγχος
ὁ Πλατωνικὸς εἶναι λέγων.
Παρρησιάδης
καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν;
Πλάτων
ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπʼ ἄλλον καθείσθω.
Παρρησιάδης
καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε;
Ἔλεγχος
ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.
ΠαρρησιάδηςΠΑΡΡ. Harmon: no change of speaker in MSS.
ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ περισκοπεῖ Seybold, Fritzsche: περισκόπει MSS. ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω.
Ἀριστοτέλης
μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν.
5
Παρρησιάδης
οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν πετρῶν.
Παρρησιάδης ΦΙΛ. Harmon: double point after δεήσει in Γ.
ἀλλʼ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγήνης ἐπʼ αὐτοὺς δεήσει;
Φιλοσοφία
ἀλλʼ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ.