Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata

15–18

Ζεύς
πάνυ μὲν οὖν.
Ἑρμῆς
δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον;
Ἀγοράστης
εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
Σωκράτης
παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά. 5
Ἀγοράστης
πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
Σωκράτης
τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν.
Ἀγοράστης
ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
Σωκράτης
καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
Ἀγοράστης
Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
Σωκράτης
τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
Ἀγοράστης
Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
Σωκράτης
οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
Ἀγοράστης
ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
Σωκράτης
ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
Ἀγοράστης
τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους; 5
Σωκράτης
νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
Ἀγοράστης
τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
Σωκράτης
καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
Ἀγοράστης
βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme