Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata

13–15

Δημόκριτος
ἐρωτᾷς; ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγματα ὑμέων καὶ αὐτοὶ ὑμέες.
Ἀγοράστης
πῶς λέγεις; καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρʼ οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα; 5
Δημόκριτος
ὧδε ἔχει· σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν, κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη.
Ἀγοράστης
οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ ἄπειρος.
 
ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν; σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν.
Ἡράκλειτος
ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον· τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν· ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλʼ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
Ἀγοράστης
τί γὰρ ὁ αἰών ἐστι;
Ἡράκλειτος
παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος.
Ἀγοράστης
τί δὲ ἄνθρωποι; 5
Ἡράκλειτος
θεοὶ θνητοί.
Ἀγοράστης
τί δὲ θεοί;
Ἡράκλειτος
ἄνθρωποι ἀθάνατοι.
Ἀγοράστης
αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
Ἡράκλειτος
οὐδὲν γάρ μοι μέλει ὑμέων. 10
Ἀγοράστης
τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν.
Ἡράκλειτος
ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.
Ἀγοράστης
τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν· οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
Ἑρμῆς
ἄπρατοι καὶ οὗτοι μένουσιν.
Ζεύς
ἄλλον ἀποκήρυττε. 15
Ἑρμῆς
βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme