Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata

27

Ἀγοράστης
οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις; 10
Πύρρων
πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.
Ἀγοράστης
ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;
Πύρρων
ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον.
Ἀγοράστης
τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;
Πύρρων
τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν. 15
Ἀγοράστης
τί δὲ τοῦτό σοι ἀδύνατον;
Πύρρων
ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.
Ἀγοράστης
εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;
Πύρρων
ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.
Ἀγοράστης
οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις; 20
Πύρρων
καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.
Ἀγοράστης
ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι;
Ἑρμῆς
μνᾶς Ἀττικῆς·
Ἀγοράστης
λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε;
Πύρρων
ἄδηλον. 25
Ἀγοράστης
μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.
Πύρρων
ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
Ἀγοράστης
καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
Πύρρων
τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme