Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata

26–27

Ἀγοράστης
πῶς λέγεις; 5
Ἑρμῆς
ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
Ἀγοράστης
τί δὲ γινώσκει μάλιστα;
Ἑρμῆς
τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
Ἀγοράστης
ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;
Ἑρμῆς
εἴκοσι μνῶν. 10
Ἀγοράστης
πολλοῦπολλοῦ Reitz: πολύ MSS. λέγεις.
Ἑρμῆς
οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
Ἀγοράστης
Ἡράκλεις τῆς ἀκριβολογίας.
Ἑρμῆς
τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
Ἀγοράστης
πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶντῶν Cobet: not in MSS. εἴκοσιν. 15
Ἑρμῆς
εἶεν.
Ζεύς
τίς λοιπὸς ἡμῖν;
Ἑρμῆς
καταλείπεται ὁ Σκεπτικὸςἡμῖν. EPM. καταλείπεται ὁ Σκεπτικὸς Bekker: ἡμῖν καταλείπεται. EPM. ὁ Σκεπτικὸς MSS. οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;
Ἀγοράστης
ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι;
Πύρρων
οὐδέν. 5
Ἀγοράστης
πῶς τοῦτο ἔφησθα;
Πύρρων
ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.
Ἀγοράστης
οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;
Πύρρων
οὐδὲ τοῦτο οἶδα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme