Thesauros Literature satire Χάρων ἢ Ἐπισκοποῦντες

Χάρων ἢ Ἐπισκοποῦντες

Χάρων ἢ Ἐπισκοποῦντες Lucian of Samosata

8–10

Χάρων
καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετʼ ὀλίγοι συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει; κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ. τί δʼ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε;
Ἑρμῆς
πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ;
Χάρων
ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέξοντα ὁπόταν πλέῃ, μηδʼ ἐμπίδα οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος. 5
 
σὺ δέ μοι ἐκεῖνο εἰπέ, τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ; οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς.
Ἑρμῆς
Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων.
Χάρων
ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν;
Ἑρμῆς
ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον. βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι;
Χάρων
πάνυ μὲν οὖν. 5
Κροῖσος
ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημοςἄσημος καὶ γ, Ν: ἄσημος καὶ ἐπίσημος? χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι.
Χάρων
τί ἄρα ὁ Σόλων ἐρεῖ;
Ἑρμῆς
θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme