Thesauros Literature satire Χάρων ἢ Ἐπισκοποῦντες

Χάρων ἢ Ἐπισκοποῦντες

Χάρων ἢ Ἐπισκοποῦντες Lucian of Samosata

22–23

Χάρων
ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα; καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς. οἶσθα οὖν εἰ δύναιντʼ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι. ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχον, οὐκ ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους. ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρʼ ἡμῖν ἐστι καὶ ὅτι κάτθανʼ ὁμῶς ὅ τʼ ἄτυμβος ἀνὴρ ὅς τʼ ἔλλαχε τύμβου, ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τʼ Ἀγαμέμνων· Θερσίτῃ δʼ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο πάντες δʼ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα, γυμνοί τε ξηροί τε κατʼ ἀσφοδελὸν λειμῶνα. 5
Ἑρμῆς
Ἡράκλεις, ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς. ἀλλʼ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον. ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ; Σίγειον μὲν ἐκεῖθέν ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ῥοιτείῳ.
Χάρων
οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι. τὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν· πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme