Thesauros Literature satire Τίμων

Τίμων

Τίμων Lucian of Samosata

12

Πλοῦτος
ὅτι νὴ Δία ὕβριζεν εἰς ἐμὲ καὶ ἐξεφόρει καὶ ἐς πολλὰ κατεμέριζε, καὶ ταῦτα πατρῷον αὐτῷ φίλον ὄντα, καὶ μονονουχὶ δικράνοις ἐξεώθει με τῆς οἰκίας καθάπερ οἱ τὸ πῦρ ἐκ τῶν χειρῶν ἀπορριπτοῦντες. αὖθις οὖν ἀπέλθω παρασίτοις καὶ κόλαξι καὶ ἑταίραις παραδοθησόμενος; ἐπʼ ἐκείνους, ὦ Ζεῦ, πέμπε με τοὺς ἡσθησομένους τῇ δωρεᾷ,ἡσθησομένους τῇ δωρεᾷ Herwerden: αἰσθησομένους τῆς δωρεᾶς MSS. τοὺς περιέψοντας, οἷς τίμιος ἐγὼ καὶ περιπόθητος· οὗτοι δὲ οἱ λάροι τῇ πενίᾳ συνέστωσαν, ἣν προτιμῶσιν ἡμῶν, καὶ διφθέραν παρʼ αὐτῆς λαβόντες καὶ δίκελλαν ἀγαπάτωσαν ἄθλιοι τέτταρας ὀβολοὺς ἀποφέροντες, οἱ δεκαταλάντους δωρεὰς ἀμελητὶ προϊέμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme