Thesauros Literature satire Τίμων

Τίμων

Τίμων Lucian of Samosata

50–52

Δημέας
ἐπειδὴ Τίμων ἘχεκρατίδουἘχεδρατίδου Dindorf: ὁ Ἐχεκραπίδου MSS. Κολλυτεύς, ἀνὴρ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ σοφὸς ὡς οὐκ ἄλλος ἐν τῇ Ἑλλάδι, παρὰ πάντα χρόνον διατελεῖ τὰ ἄριστα πράττων τῇ πόλει, νενίκηκε δὲ πὺξ καὶ πάλην καὶ δρόμον ἐν Ὀλυμπίᾳ μιᾶς ἡμέρας καὶ τελείῳ ἅρματι καὶ συνωρίδι πωλικῇ —
Τίμων
ἀλλʼ οὐδὲ ἐθεώρησα ἐγὼ πώποτε εἰς Ὀλυμπίαν.
Δημέας
τί οὖν; θεωρήσεις ὕστερον· τὰ τοιαῦτα δὲ πολλὰ προσκεῖσθαι ἄμεινον. καὶ ἠρίστευσε δὲ ὑπὲρ τῆς πόλεως πέρυσι πρὸς ἈχαρναῖςἈχαρναῖς Mehler Ἀχαονέας MSS. καὶ κατέκοψε Πελοποννησίων δύο μόρας —
Τίμων
πῶς; διὰ γὰρ τὸ μὴ ἔχειν ὅπλα οὐδὲ προὐγράφην ἐν τῷ καταλόγῳ.
Δημέας
μέτρια τὰ περὶ σαυτοῦ λέγεις, ἡμεῖς δὲ ἀχάριστοι ἂν εἴημεν ἀμνημονοῦντες. ἔτι δὲ καὶ ψηφίσματα γράφων καὶ συμβουλεύων καὶ στρατηγῶν οὐ μικρὰ ὠφέλησε τὴν πόλιν· ἐπὶ τούτοις ἅπασι δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ καὶ τῇ Ἡλιαίᾳ καὶ ταῖς φυλαῖςκαὶ ταῖς φυλαῖς Fritzsche: κατὰ φυλὰς MSS. καὶ τοῖς δήμοις ἰδίᾳ καὶ κοινῇ πᾶσι χρυσοῦν ἀναστῆσαι τὸν Τίμωνα παρὰ τὴν Ἀθηνᾶν ἐν τῇ ἀκροπόλει κεραυνὸν ἐν τῇ δεξιᾷ ἔχοντα καὶ ἀκτῖνας ἐπὶ τῇ κεφαλῇ καὶ στεφανῶσαι αὐτὸν χρυσοῖς στεφάνοις ἑπτὰ καὶ ἀνακηρυχθῆναι τοὺς στεφάνους τήμερον Διονυσίοις τραγῳδοῖς καινοῖς — ἀχθῆναι γὰρ διʼ αὐτὸν δεῖ τήμερον τὰ Διονύσια. εἶπε τὴν γνώμην Δημέας ὁ ῥήτωρ, συγγενὴς αὐτοῦ ἀγχιστεὺς καὶ μαθητὴς ὤν· καὶ γὰρ ῥήτωρ ἄριστος ὁ Τίμων καὶ τὰ ἄλλα πάντα ὁπόσα ἂν ἐθέλῃ.
 
τουτὶ μὲν οὖν σοι τὸ ψήφισμα. ἐγὼ δὲ καὶ τὸν υἱὸν ἐβουλόμην ἀγαγεῖν παρὰ σέ, ὃν ἐπὶ τῷ σῷ ὀνόματι Τίμωνα ὠνόμακα.
Τίμων
πῶς, ὦ Δημέα, ὃς οὐδὲ γεγάμηκας, ὅσα γε καὶ ἡμᾶς εἰδέναι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme