Thesauros Literature satire Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών Lucian of Samosata

3–4

Μίκυλλος
ἤκουσά τι καὶ πάλαι τοιοῦτον ἀμέλει περὶ ὑμῶν ὡς Ἀλεκτρυών τις νεανίσκος φίλος γένοιτο τῷ Ἄρει καὶ συμπίνοι τῷ θεῷ καὶ συγκωμάζοι καὶ κοινωνοίη τῶν ἐρωτικῶν· εἴποτε γοῦν ἀπίοι παρὰ τὴν Ἀφροδίτην μοιχεύσων ὁ Ἄρης, ἐπάγεσθαι καὶ τὸν Ἀλεκτρυόνα, καὶ ἐπειδήπερ τὸν Ἥλιον μάλιστα ὑφεωρᾶτο, μὴ κατιδὼν ἐξείποι πρὸς τὸν Ἥφαιστον, ἔξω πρὸς ταῖς θύραις ἀπολείπειν ἀεὶ τὸν νεανίσκον μηνύσοντα ὁπότε ἀνίσχοι ὁ Ἥλιος. εἶτά ποτε κατακοιμηθῆναι τὸν Ἀλεκτρυόνα καὶ προδοῦναι τὴν φρουρὰν ἄκοντα, τὸν δὲ Ἥλιον λαθόντα ἐπιστῆναι τῇ Ἀφροδίτῃ καὶ τῷ Ἄρει ἀφρόντιδι ἀναπαυομένῳ διὰ τὸ πιστεύειν τὸν Ἀλεκτρυόνα μηνῦσαι ἄν, εἴ τις ἐπίοι· καὶ οὕτω τὸν Ἥφαιστον παρʼ Ἡλίου μαθόντα συλλαβεῖν αὐτοὺς περιβαλόντα καὶ σαγηνεύσαντα τοῖς δεσμοῖς ἃ πάλαι μεμηχάνητο ἐπʼ αὐτούς· ἀφεθέντα δὲ ὡς ἀφείθη τὸν Ἄρη ἀγανακτῆσαι κατὰ τοῦ Ἀλεκτρυόνος καὶ μεταβαλεῖν αὐτὸν εἰς τουτὶ τὸ ὄρνεον αὐτοῖς ὅπλοις, ὡς ἔτι τοῦ κράνους τὸν λόφον ἔχειν ἐπὶ τῇ κεφαλῇ. διὰ τοῦτο ὑμᾶς ἀπολογουμένους τῷ Ἄρει ὅτʼ οὐδὲν ὄφελος, ἐπειδὰν αἴσθησθε ἀνελευσόμενον τὸν ἥλιον, πρὸ πολλοῦ βοᾶν ἐπισημαινομένους τὴν ἀνατολὴν αὐτοῦ.
Ἀλεκτρυών
φασὶ μὲν καὶ ταῦτα, ὦ Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα.
Μίκυλλος
πῶς; ἐθέλω γὰρ τοῦτο μάλιστα εἰδέναι.
Ἀλεκτρυών
ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;Μνησαρχίδην Σάμιον Text β: Οἰσθα ἄρα τὸν Πυθαγόραν; γ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme