Thesauros Literature satire Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών Lucian of Samosata

30–33

Μίκυλλος
οἴμωζε καὶ ἀγρύπνει καὶ ὅμοιος γίγνου τὸ χρῶμα τῷ χρυσῷ προστετηκὼς αὐτῷ. ἡμεῖς δὲ παρὰ Γνίφωνα, εἰ δοκεῖ, τὸν δανειστὴν ἴωμεν. οὐ μακρὰν δὲ καὶ οὗτος οἰκεῖ. ἀνέῳγε καὶ αὕτη ἡμῖν ἡ θύρα.
Ἀλεκτρυών
ὁρᾷς ἐπαγρυπνοῦντα καὶ τοῦτον ἐπὶ φροντίδων, ἀναλογιζόμενον τοὺς τόκους καὶ τοὺς δακτύλους κατεσκληκότα, ὃν δεήσει μετʼ ὀλίγον πάντα ταῦτα καταλιπόντα σίλφην ἢ ἐμπίδα ἢ κυνόμυιαν γενέσθαι;
Μίκυλλος
ὁρῶ κακοδαίμονα καὶ ἀνόητον ἄνθρωπον οὐδὲ νῦν πολὺ τῆς σίλφης ἢ ἐμπίδος ἄμεινον βιοῦντα. ὡς δὲ καὶ οὗτος ἐκτέτηκεν ὅλος ὑπὸ τῶν λογισμῶν. ἐπʼ ἄλλον ἀπίωμεν.
Ἀλεκτρυών
παρὰ τὸν σὸν Εὐκράτην, εἰ δοκεῖ. καὶ ἰδοὺ γάρ, ἀνέῳγε καὶ αὕτη ἡ θύρα· ὥστε εἰσίωμεν.
Μίκυλλος
ἅπαντα ταῦτα μικρὸν ἔμπροσθεν ἐμὰ ἦν.
Ἀλεκτρυών
ἔτι γὰρ σὺ ὀνειροπολεῖς τὸν πλοῦτον; ὁρᾷς δʼ οὖν τὸν Εὐκράτην αὐτὸν μὲν ὑπὸ τοῦ οἰκέτου πρεσβύτην ἄνθρωπον ;
Μίκυλλος
ὁρῶ νὴ Δία καταπυγοσύνην καὶ πασχητιασμόν τινα καὶ ἀσέλγειαν οὐκ ἀνθρωπίνην· τὴν γυναῖκα δὲ ἑτέρωθι ὑπὸ τοῦ μαγείρου καὶ αὐτήν
Ἀλεκτρυών
τί οὖν; ἐθέλοις ἂν καὶ τούτων κληρονομεῖν, ὦ Μίκυλλε, καὶ πάντα ἔχειν τὰ Εὐκράτους;
Μίκυλλος
μηδαμῶς, ὦ ἀλεκτρυών· λιμῷ ἀπολοίμην πρότερον. χαιρέτω τὸ χρυσίον καὶ τὰ δεῖπνα, δύο ὀβολοὶ ἐμοί γε πλοῦτός ἐστι μᾶλλον ἢ τοιχωρυχεῖσθαι πρὸς τῶν οἰκετῶν.
Ἀλεκτρυών
ἀλλὰ νῦν γὰρ ἡμέρα ἤδη ἀμφὶ τὸ λυκαυγὲς αὐτό, ἀπίωμεν οἴκαδε παρʼ ἡμᾶς· τὰ λοιπὰ δὲ εἰσαῦθις ὄψει, ὦ Μίκυλλε.
← Önceki bölüm 30–33 · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme