Thesauros Literature satire Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών

Ὄνειρος ἢ Ἀλεκτρυών Lucian of Samosata

28–29

Μίκυλλος
ἐλελήθεις με, ὦ ἀλεκτρυών, καὶ σὺ γόης ὤν. ἐμοὶ δʼ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα· μετοίσω γὰρ αὐτὰ παρεισελθών, ὁ δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα.
Ἀλεκτρυών
οὐ θέμις γενέσθαι τοῦτο· παρήγγειλε γὰρ ὁ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ὁ ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν.
Μίκυλλος
ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου. ἀπίωμεν δʼ ὅμως· ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι.
Ἀλεκτρυών
ἀπότιλον, ὦ Μίκυλλε, πρότερον τὸ πτίλον τί τοῦτο; ἄμφω ἀπέτιλας. 10
Μίκυλλος
ἀσφαλέστερον οὕτως, ὦ ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος.
Ἀλεκτρυών
εἶεν. ἐπὶ τὸν Σίμωνα πρῶτον ἄπιμεν ἢ παρʼ ἄλλον τινὰ τῶν πλουσίων;
Μίκυλλος
οὐ μὲν οὖν, ἀλλὰ παρὰ τὸν Σίμωνα, ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος ἤδη πλουτήσας εἶναι ἀξιοῖ. καὶ δὴ πάρεσμεν ἐπὶ τὰς θύρας. τί οὖν ποιῶ τὸ μετὰ τοῦτο;
Ἀλεκτρυών
ἐπίθες τὸ πτερὸν ἐπὶ τὸ κλεῖθρον.
Μίκυλλος
ἰδοὺ δή. ὦ Ἡράκλεις, ἀναπέπταται ὥσπερ ὑπὸ κλειδὶ ἡ θύρα.
Ἀλεκτρυών
ἡγοῦ ἐς τὸ πρόσθεν. ὁρᾷς αὐτὸν ἀγρυπνοῦντα καὶ λογιζόμενον; 5
Μίκυλλος
ὁρῶ νὴ Δία πρὸς ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα, καὶ ὠχρὸς δὲ ἐστὶν οὐκ οἶδʼ ὅθεν, ἀλεκτρυών, καὶ κατέσκληκεν ὅλος ἐκτετηκώς, ὑπὸ φροντίδων δηλαδή· οὐ γὰρ νοσεῖν ἄλλως ἐλέγετο.
Ἀλεκτρυών
ἄκουσον ἅ φησιν· εἴσῃ γὰρ ὅθεν οὕτως ἔχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme