Thesauros Literature satire Ζεὺς Τραγῳδός

Ζεὺς Τραγῳδός

Ζεὺς Τραγῳδός Lucian of Samosata

14–15

Ζεύς
ἀλλὰ νῦν, ὦ τέκνον, οὐκ οἶδα εἴτε ὑπὸ τοῦ μεγέθους τῶν ἐφεστώτων δεινῶν εἴτε καὶ ὑπὸ τοῦ πλήθους τῶν παρόντων — πολυθεωτάτη γάρ, ὡς ὁρᾷς, ἡ ἐκκλησία — διατετάραγμαι τὴν γνώμην καὶ ὑπότρομός εἰμι καὶ ἡ γλῶττά μοι πεπεδημένη ἔοικε· τὸ δὲ ἀτοπώτατον ἁπάντων, ἐπιλέλησμαι τὸ προοίμιον τῶν ὅλων, ὃ παρεσκευασάμην ὡς εὐπροσωποτάτη μοι ἡ ἀρχὴ γένοιτο πρὸς αὐτούς.
Ἑρμῆς
ἀπολώλεκας, ὦ Ζεῦ, ἅπαντα· οἱ δὲ ὑποπτεύουσι τὴν σιωπὴν καί τι ὑπέρμεγα κακὸν ἀκούσεσθαι προσδοκῶσιν, ἐφʼ ὅτῳ σὺ διαμέλλεις. 5
Ζεύς
βούλει οὖν, ὦ Ἑρμῆ, τὸ Ὁμηρικὸν ἐκεῖνο προοίμιον ἀναρραψῳδήσω πρὸς αὐτούς;
Ἑρμῆς
τὸ ποῖον;
Ζεύς
κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι.
Ἑρμῆς
ἄπαγε, ἱκανῶς καὶ πρὸς ἡμᾶς πεπαρῴδηταίπεπαρώδηται du Soul: πεπαρῴνηται MSS. σοι τὰ πρῶτα. πλὴν εἰ δοκεῖ, τὸ μὲν φορτικὸν τῶν μέτρων ἄφες, σὺ δὲ τῶν Δημοσθένους δημηγοριῶν τῶν κατὰ Φιλίππου ἥντινα ἂν ἐθέλῃς σύνειρε, ὀλίγα ἐναλλάττων· οὕτω γοῦν οἱ πολλοὶ νῦν ῥητορεύουσιν.
Ζεύς
εὖ λέγεις ἐπίτομόν τινα ῥητορείαν καὶ ῥᾳδιουργίαν ταύτην εὔκαιρον τοῖς ἀπορουμένοις. 10
Ἑρμῆς
ἄρξαι δʼ οὖν ποτε.
Ζεύς
ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες θεοί, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο ὑμῖν ὅ τι δή ποτε ἄρα τοῦτό ἐστιν ἐφʼ ὅτῳ νῦν συνελέγητε. ὅτε τοίνυν τοῦτο οὕτως ἔχει, προσήκει προθύμως ἀκροᾶσθαί μου λέγοντος. ὁ μὲν οὖν παρὼν καιρός, ὦ θεοί, μονονουχὶ λέγει φωνὴν ἀφιεὶς ὅτι τῶν παρόντων ἐρρωμένως ἀντιληπτέον ἡμῖν ἐστιν, ἡμεῖς δὲ πάνυ ὀλιγώρως ἔχειν δοκοῦμεν πρὸς αὐτά. βούλομαι δὲ ἤδη — καὶ γὰρ ἐπιλείπει ὁ Δημοσθένης — αὐτὰ ὑμῖν δηλῶσαι σαφῶς, ἐφʼ οἷς διαταραχθεὶς συνήγαγον τὴν ἐκκλησίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme