Thesauros Literature satire Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος Lucian of Samosata

2–5

Κυνίσκος
ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι· οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος;
Ζεύς
πάνυ μὲν οὖν.
Κυνίσκος
ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη — πολυθρύλητοι γὰρ πάνυ καὶ αὗται — τίνες πότʼ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱμαρμένης δυνατώτερον.
Ζεύς
οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δʼ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;
Κυνίσκος
ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς, εἰ καὶ ὑμῶν αὗται ἄρχουσι καὶ ἀνάγκη ὑμῖν ἠρτῆσθαι ἀπὸ τοῦ λίνου αὐτῶν.
Ζεύς
ἀνάγκη, ὦ Κυνίσκε. τί δʼ οὖν ἐμειδίασας;
Κυνίσκος
ἀνεμνήσθην ἐκείνων τῶν Ὁμήρου ἐπῶν·, ἐν οἷς πεποίησαι αὐτῷ ἐν τῇ ἐκκλησίᾳ τῶν θεῶν δημηγορῶν, ὁπότε ἠπείλεις αὐτοῖς ὡς ἀπὸ σειρᾶς τινος χρυσῆς ἀναρτησόμενος τὰ πάντα· ἔφησθα γὰρ αὐτὸς μὲν τὴν σειρὰν καθήσειν ἐξ οὐρανοῦ, τοὺς θεοὺς δὲ ἅμα πάντας, εἰ βούλοιντο, ἐκκρεμαμένους κατασπᾶν βιάσεσθαι,βιάσεσθαι Fritzsche: βιάζεσθαι MSS. οὐ μὴν κατασπάσειν γε, σὺσὺ vulg.: σὲ MSS. δέ, ὁπόταν ἐθελήσῃς, ῥᾳδίως ἅπαντας αὐτῇ κεν γαίῃ ἐρύσαι αὐτῇ τε θαλάσσῃ. τότε μὲν οὖν θαυμάσιος ἐδόκεις μοι τὴν βίαν καὶ ὑπέφριττον μεταξὺ ἀκούων τῶν ἐπῶν· νῦν δὲ αὐτόν σε ἤδη ὁρῶ μετὰ τῆς σειρᾶς καὶ τῶν ἀπειλῶν ἀπὸ λεπτοῦ νήματος, ὡς φής, κρεμάμενον. δοκεῖ γοῦν μοι δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι, ὡς καὶ σὲ αὐτὸν ἀνάσπαστον αἰωροῦσα ἐκ τοῦ ἀτράκτου καθάπερ οἱ ἁλιεῖς ἐκ τοῦ καλάμου τὰ ἰχθύδια.
Ζεύς
οὐκ οἶδʼ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme