Thesauros Literature satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata

12–13

Μεγαπένθης
ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂνπὰν S, Fritzsche: καὶ other MSS. πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.
Κλωθώ
τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι.
Μεγαπένθης
Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, σὺ μέντοι, φησίν, ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας· καὶ ταῦθʼ ἅμα λέγων παρέτιλλέ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι, ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην —
Κλωθώ
παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.
Μεγαπένθης
καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;
Κλωθώ
κατὰ τυράννου μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην· τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.
Μεγαπένθης
κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον.
Κλωθώ
ποῦ ʼστιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών. 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme