Λυκῖνος
ἐκεῖνος δὲ μέσον ἑαυτὸν ἐφύλαττεν. οἱ δʼ ἐμάχοντο συμπλακέντες, καὶ ὁ μὲν Ζηνόθεμις σκύφον ἀράμενος ἀπὸ τῆς τραπέζης κείμενον πρὸ τοῦ Ἀρισταινέτου ῥίπτει ἐπὶ τὸν Ἕρμωνα, κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ, διεῖλε δὲ τοῦ νυμφίου τὸ κρανίον ἐς δύο χρηστῷ μάλα καὶ βαθεῖ τῷ τραύματι. βοὴ οὖν παρὰ τῶν γυναικῶν ἐγένετο καὶ κατεπήδησαν ἐς τὸ μεταίχμιον αἱ πολλαί, καὶ μάλιστα ἡ μήτηρ τοῦ μειρακίου, ἐπεὶ τὸ αἷμα εἶδε· καὶ ἡ νύμφη δὲ ἀνεπήδησε φοβηθεῖσα περὶ αὐτοῦ. ἐν τοσούτῳ δὲ ὁ Ἀλκιδάμας ἠρίστευσε τῷ Ζηνοθέμιδι συμμαχῶν, καὶ πατάξας τῇ βακτηρίᾳ τοῦ Κλεοδήμου μὲν τὸ κρανίον, τοῦ Ἕρμωνος δὲ τὴν σιαγόνα ἐπέτριψε καὶ τῶν οἰκετῶν ἐνίους βοηθεῖν αὐτοῖς ἐπιχειροῦντας κατέτρωσεν· οὐ μὴν ἀπετράποντο ἐκεῖνοι, ἀλλʼ ὁ μὲν Κλεόδημος ὀρθῷ τῷ δακτύλῳ τὸν ὀφθαλμὸν τοῦ Ζηνοθέμιδος ἐξώρυττε καὶ τὴν ῥῖνα προσφὺς ἀπέτραγεν, ὁ δὲ Ἕρμων τὸν Δίφιλον ἐπὶ ξυμμαχίαν ἥκοντα τοῦ Ζηνοθέμιδος ἀφῆκεν ἐπὶ κεφαλὴν ἀπὸ τοῦ κλιντῆρος.