Thesauros Literature satire Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι

Συμπόσιον ἢ Λαπίθαι Lucian of Samosata

39–41

Λυκῖνος
ὁ τοίνυν Ἴων, πρῶτος οὖν ἄρχομαι, ἔφη, εἰ δοκεῖ. καὶ μικρὸν ἐπισχών, ἐχρῆν μὲν ἴσως, ἔφη, τοιούτων ἀνδρῶν παρόντων περὶ ἰδεῶν τε καὶ ἀσωμάτων εἰπεῖν καὶ ψυχῆς ἀθανασίας· ἵνα δὲ μὴ ἀντιλέγωσί μοι ὁπόσοι μὴ κατὰ ταὐτὰταὐτὰ vulg: ταῦτα MSS. φιλοσοφοῦσι, περὶ γάμων ἐρῶ τὰ εἰκότα. τὸ μὲν οὖν ἄριστον ἦν μὴ δεῖσθαι γάμων, ἀλλὰ πειθομένους Πλάτωνι καὶ Σωκράτει παιδεραστεῖν· μόνοι γοῦν οἱ τοιοῦτοι ἀποτελεσθεῖεν ἂν πρὸς ἀρετήν· εἰ δὲ δεῖ καὶ γυναικείου γάμου, κατὰ τὰ Πλάτωνι δοκοῦντα κοινὰς εἶναι ἐχρῆνἐχρῆν du Soul: ἐκείνων MSS. τὰς γυναῖκας, ὡς ἔξω ζήλου εἴημεν.
 
γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ λεγομένοις. Διονυσόδωρος δέ, παῦσαι, ἔφη, βαρβαρικὰ ἡμῖν ᾄδων, ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι; καὶ σὺ γὰρ φθέγγῃ, κάθαρμα; εἶπεν ὁ Ἴων,ὁ Ἴων Schafer, Bekker: οἶμαι MSS. καὶ Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα. ἀλλʼ ὁ γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος, παύσασθε, ἔφη· ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι. καὶ ἀρξάμενος ἀνεγίνωσκεν.
 
ἦν γὰρ ταῦτα, εἴ γε μέμνημαι, τὰ ἐλεγεῖα· ἢ οἵη ποτʼ ἄρʼ ἥγʼ Ἀρισταινέτου ἐν μεγάροισι δῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως, προὔχουσʼ ἀλλάων πασάων παρθενικάων, κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμαἅμα Guyet: αὖ MSS. τῆς Ἑλένης. νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε ἐφήβων,ἐφήβων Hopelessly corrupt: κράτιστε τεῶν συνεφήβων Dindorf. κρέσσων Νιρῆος καὶ Θέτιδος πάϊδος. ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνον ξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme