Thesauros Literature satire Δίκη Συμφώνων

Δίκη Συμφώνων

Δίκη Συμφώνων Lucian of Samosata
10 τὸ δὲ Ταῦ τοῦτο σκοπῶμεν ὡς φύσει βίαιον καὶ πρὸς τὰ λοιπά. ὅτι δὲ οὐδὲ τῶν ἄλλων ἀπέσχετο γραμμάτων, ἀλλὰ καὶ τὸ Δέλτα καὶ τὸ Θῆτα καὶ τὸ Ζῆτα, μικροῦ δεῖν πάντα ἠδίκησε τὰ στοιχεῖα, αὐτά μοι κάλει τὰ ἀδικηθέντα γράμματα. ἀκούετε, Φωνήεντα δικασταί, τοῦ μὲν Δέλτα λέγοντος· ἀφείλετό μου τὴν ἐνδελέχειαν, ἐντελέχειαν ἀξιοῦν λέγεσθαι παρὰ πάντας τοὺς νόμους· τοῦ Θῆτα δακρύοντοςδακρύοντος Κ. Schwartz: κρούοντος MSS. καὶ τῆς κεφαλῆς τὰς τρίχας τίλλοντος ἐπὶ τῷ καὶ τῆς κολοκύνθης ἐστερῆσθαι· τοῦ Ζῆτα, τὸ συρίζειν καὶ σαλπίζειν, ὡς μηκέτʼ αὐτῷ ἐξεῖναι μηδὲ γρύζειν. τίς ἂν τούτων ἀνάσχοιτο; ἢ τίς ἐξαρκέσειε δίκη πρὸς τὸ πονηρότατον τουτὶ Ταῦ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme