16
Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατʼ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν. Τίραιος δὲ ὁ μεθʼ Ὑσπαυσίνην τρίτος βασιλεύσας δύο καὶ ἐνενήκοντα βιοὺς ἔτηἔτη Schwartz: not in MSS. ἐτελεύτα νόσῳ. Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε. Καμνασκίρης δὲ βασιλεὺς Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη.
17
Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη. Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχηντοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Guyet: τοὺς ὑπὸ τῇ μάχῃ MSS. Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα· Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ.
17
βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν.