Thesauros Literature satire Μακρόβιοι

Μακρόβιοι

Μακρόβιοι Lucian of Samosata
13 Μιθριδάτης δὲ ὁ Πόντου βασιλεὺς ὁ προσαγορευθεὶς Κτίστης Ἀντίγονον τὸν μονόφθαλμον φεύγων ἐπὶ Πόντου ἐτελεύτησεν βιώσας ἔτη τέσσαρα καὶ ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ· ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλʼ ἐν τῇ πρὸς Περδίκκαν μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη.
14 Κῦρος δὲ ὁ Περσῶν βασιλεὺς ὁ παλαιός, ὡς δηλοῦσιν οἱ Περσῶν καὶ Ἀσσυρίων ὧροι, οἷς καὶ Ὀνησίκριτος ὁ τὰ περὶ Ἀλέξανδρον συγγράψας συμφωνεῖν δοκεῖ, ἑκατοντούτης γενόμενος ἐζήτει μὲν ἕνα ἕκαστον τῶν φίλων, μαθὼν δὲ τοὺς πλείστους διεφθαρμένους ὑπὸ Καμβύσου τοῦ υἱέος, καὶ φάσκοντος Καμβύσου κατὰ πρόσταγμα τὸ ἐκείνου ταῦτα πεποιηκέναι, τὸ μέν τι πρὸς τὴν ὠμότητα τοῦ υἱοῦ διαβληθείς, τὸ δέ τι ὡς παρανοοῦντα αὑτὸν αἰτιασάμενος ἀθυμήσας ἐτελεύτα τὸν βίον.
15 Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφʼ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα. Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη. Σινατρόκης δὲ ὁ Παρθυαίων βασιλεὺς ἔτος ὀγδοηκοστὸν ἤδη γεγονὼς ὑπὸ Σακαυράκων Σκυθῶν καταχθεὶς βασιλεύειν ἤρξατο καὶ ἐβασίλευσεν ἔτη ἑπτά. Τιγράνης δὲ ὁ Ἀρμενίων βασιλεύς, πρὸς ὃν Λούκουλλος ἐπολέμησεν, πέντε καὶ ὀγδοήκοντα ἐτῶν ἐτελεύτα νόσῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme