Thesauros Literature satire Μακρόβιοι

Μακρόβιοι

Μακρόβιοι Lucian of Samosata
6 ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖστον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ διʼ ἄμφω. ἐγὼ δʼ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίανῥᾳδίαν Schwartz: ῥᾳδίως MSS. παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι.
7 διαίρεσιν δὲ τοῦ λόγου ποιήσομαι τὴν πρώτην κατὰ τἀπιτηδεύματα τῶν ἀνδρῶν, καὶ πρώτους γέ σοι τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας ἱστορήσω, ὧν ἕνα ἡἡ Marcilius, Maius: καὶ MSS. εὐσεβεστάτη μεγάλου θειοτάτου αὐτοκράτορος τύχη εἰς τὴν τελεωτάτην ἀγαγοῦσα τάξιν εὐεργέτηκε τὰ μέγιστα τὴν οἰκουμένην τὴν ἑαυτοῦ· οὕτω γὰρ ἂν ἀπιδὼν καὶ σὺ τῶν μακροβίων ἀνδρῶν πρὸς τὸ ὅμοιον τῆς ἕξεως καὶ τῆς τύχης ἑτοιμότερον ἐλπίσειας γῆρας ὑγιεινὸν καὶ μακρὸν καὶ ἅμα ζηλώσας ἐργάσαιο σαυτῷ τῇ διαίτῃ μέγιστόν τε ἅμα καὶ ὑγιεινότατον βίον.
8 Πομπίλιος Νουμᾶς ὁ εὐδαιμονέστατος τῶν Ῥωμαίων βασιλέων καὶ μάλιστα περὶ τὴν θεραπείαν τῶν θεῶν ἀσχοληθεὶς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη βεβιωκέναι ἱστορεῖται. Σέρβιος δὲ Τούλλιος Ῥωμαίων καὶ οὗτος βασιλεὺς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη καὶ αὐτὸς βιῶσαι ἱστορεῖται. Ταρκυίνιος δὲ ὁ τελευταῖος Ῥωμαίων βασιλεὺς φυγαδευθεὶς καὶ ἐπὶ Κύμης διατρίβων ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται στερρότατα βιῶσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme