Thesauros Literature satire Νιγρίνου Φιλοσοφία

Νιγρίνου Φιλοσοφία

Νιγρίνου Φιλοσοφία Lucian of Samosata
38 ὡς σεμνὰ καὶ θαυμάσια καὶ θεῖά γε, ὦ ἑταῖρε, διελήλυθας, ἐλελήθεις δέ με πολλῆς ὡς ἀληθῶς τῆς ἀμβροσίας καὶ τοῦ λωτοῦ κεκορεσμένος· ὥστε καὶ μεταξὺ σοῦ λέγοντος ἔπασχόν τι ἐν τῇ ψυχῇ, καὶ παυσαμένου ἄχθομαι καὶ ἵνα δὴ καὶ κατὰ σὲ εἴπω, τέτρωμαι· καὶ μὴ θαυμάσῃς· οἶσθα γὰρ ὅτι καὶ οἱ πρὸς τῶν κυνῶν τῶν λυσσώντων δηχθέντες οὐκ αὐτοὶ μόνοι λυσσῶσιν, ἀλλὰ κἄν τινας ἑτέρουςἑτέρους Schmieder: ἑτέρους καὶ αὐτοὶ MSS. ἐν τῇ μανίᾳ τὸ αὐτὸ τοῦτο διαθῶσιν, καὶ αὐτοὶ ἔκφρονες γίγνονται· συμμεταβαίνει γάρ τι τοῦ πάθους ἅμα τῷ δήγματι καὶ πολυγονεῖται ἡ νόσος καὶ πολλὴ γίγνεται τῆς μανίας διαδοχή.
38 οὐκοῦν καὶ αὐτὸς ἡμῖν μανίανμανίαν Harmon: ἐρᾶν MSS. ὁμολογεῖς;
38 πάνυ μὲν οὖν, καὶ προσέτι δέομαί γέ σου κοινήν τινα τὴν θεραπείαν ἐπινοεῖν.
38 τὸ τοῦ ἄρα Τηλέφου ἀνάγκη ποιεῖν.
38 ποῖον αὖ λέγεις;
38 ἐπὶ τὸν τρώσαντα ἐλθόντας ἰᾶσθαι παρακαλεῖν.
← Previous 23 / 23

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme