Thesauros Literature satire Προλαλιά. Ἡρακλῆς

Προλαλιά. Ἡρακλῆς

Προλαλιά. Ἡρακλῆς Lucian of Samosata
8 ὁρᾷς ὅπως παραμυθοῦμαι τὴν ἡλικίαν καὶ τὸ γῆρας τὸ ἐμαυτοῦ. καὶ διὰ τοῦτο ἐτόλμησα πάλαι νενεωλκημένον τὸ ἀκάτιον κατασπάσας καὶ ἐκ τῶν ἐνόντων ἐπισκευάσας αὖθις ἀφεῖναι ἐς μέσον τὸ πέλαγος. εἴη δʼ, ὦ θεοί, καὶ τὰ παρʼ ὑμῶν ἐμπνεῦσαι δεξιά, ὡς νῦν γε μάλιστα πλησιστίου τε καὶ ἐσθλοῦ ἑταίρου ἀνέμου δεόμεθα, ἵνα, εἰ ἄξιοι φαινοίμεθα, καὶ ἡμῖν τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγξηταί τίς, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme