Thesauros Literature satire Φάλαρις

Φάλαρις

Φάλαρις Lucian of Samosata

Book 2

10 δοκεῖτε δέ μοι, ὦ ἄνδρες Δελφοί, ἄριστα βουλεύσεσθαιβουλεύσεσθαι Reitz: βουλεύεσθαι MSS. περὶ τῶν παρόντων, εἰ λογίσαισθε ὑπὲρὑπὲρ Sοmmerbrodt: πρῶτον ὑπὲρ MSS. ὅσων καὶ ἡλίκων ἐστὶν ἡ σκέψις, πρῶτον μὲν ὑπὲρ τοῦ θεοῦ καὶ τοῦ ἱεροῦ καὶ θυσιῶν καὶ ἀναθημάτων καὶ ἐθῶν ἀρχαίων καὶ θεσμῶν παλαιῶν καὶ δόξης τοῦ μαντείου, ἔπειτα ὑπὲρ τῆς πόλεως ὅλης καὶ τῶν συμφερόντων τῷ τε κοινῷ ἡμῶν καὶ ἰδίᾳ ἑκάστῳ Δελφῶν, ἐπὶ πᾶσι δὲ τῆς παρὰ πᾶσιν ἀνθρώποις εὐκλείας ἢ κακοδοξίας· τούτων γὰρ οὐκ οἶδα εἴ τι μεῖζον, εἰ σωφρονεῖτε, ἢ ἀναγκαιότερον ἡγήσαισθε ἄν.
11 περὶ μὲν οὖν ὧν βουλευόμεθα, ταῦτά ἐστιν, οὐ Φάλαρις τύραννος εἷς οὐδʼ ὁ ταῦρος οὗτος οὐδὲ χαλκὸς μόνον, ἀλλὰ πάντες βασιλεῖς καὶ πάντες δυνάσται, ὅσοι νῦν χρῶνται τῷ ἱερῷ, καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τίμια, πολλάκις ἀνατεθησόμενα τῷ θεῷ· πρῶτον μὲν γὰρ τὸ κατὰ τὸν θεὸν ἐξετασθῆναι ἄξιον.
12 τίνος οὖν ἕνεκα μὴ ὡς ἀεὶ μηδὲ ὡς πάλαι τὰ περὶ τῶν ἀναθημάτων ποιήσωμεν; ἢ τί μεμφόμενοι τοῖς παλαιοῖς ἔθεσιν καινοτομήσωμεν; καὶ ὃ μηδὲ πώποτε, ἀφʼ οὗ τὴν πόλιν οἰκοῦμεν καὶ ὁ Πύθιος χρᾷ καὶ ὁ τρίπους φθέγγεται καὶ ἡ ἱέρεια ἐμπνεῖται, γεγένηται παρʼ ἡμῖν, νῦν καταστησώμεθα, κρίνεσθαι καὶ ἐξετάζεσθαι τοὺς ἀνατιθέντας; καὶ μὴν ἐξ ἐκείνου μὲν τοῦ παλαιοῦ ἔθους, τοῦ ἀνέδην καὶ πᾶσιν ἐξεῖναι, ὁρᾶτε ὅσων ἀγαθῶν ἐμπέπλησται τὸ ἱερόν, ἁπάντων ἀνατιθέντων καὶ ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν ἐνίων δωρουμένων τὸν θεόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme