10
Ἐν δὴ τούτοις Μωυσῆς οὔτε τὴν ἄβυσσον πεποιῆσθαί φησιν ὑπὸ τοῦ θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτός, ὅτι προστάξαντος θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος. ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ οὐ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως οὐδ̓ ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν θεὸν κατὰ τὸν Μωυσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα. τὸ γὰρ Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος.
11
Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος—ἢ καὶ ἄλλο, ὅ τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ̓ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ἅπτος τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητά, δόξῃ περιληπτὰ μετὰ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη οὕτως οὖν κατὰ τὸν λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.
12
Ἕν δὲ ἑνὶ παραβάλωμεν μόνον· τίνα καὶ ποδαπὴν ποιεῖται δημηγορίαν ὁ θεὸς ὁ παρὰ Μωυσῇ καὶ ποδαπὴν ὁ παρὰ Πλάτωνι;