Thesauros Literature rhetoric Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων

Κατὰ Γαλιλαίων Julian Emperor of Rome 331-363
35 Ὅτι δὲ οὐχ Ἑβραίων μόνον ἐμέλησε τῷ θεῷ, πάντων δὲ ἐθνῶν κηδόμενος ἔδωκεν ἐκείνοις μὲν οὐδὲν σπουδαῖον ἢ μέγα, ἡμῖν δὲ μακρῷ κρείττονα καὶ διαφέροντα, σκοπεῖτε λοιπὸν τὸ ἐντεῦθεν. ἔχουσι μὲν εἰπεῖν καὶ Αἰγύπτιοι, παρ’ ἑαυτοῖς ἀπαριθμούμενοι σοφῶν οὐκ ὀλίγων ὀνόματα, πολλοὺς ἐσχηκέναι τοὺς ἀπὸ τῆς Ἑρμοῦ διαδοχῆς, Ἑρμοῦ δέ φημι τοῦ τρίτου ἐπιφοιτήσαντος τῇ Αἰγύπτῳ, Χαλδαῖοι δὲ καὶ Ἀσσύριοι τοὺς ἀπ̓ Ὠάννου καὶ Βήλου, μυρίους δὲ Ἕλληνες τοὺς ἀπὸ Χείρωνος. ἐκ τούτου γὰρ πάντες ἐγένοντο τελεστικοὶ φύσει καὶ θεολογικοί, καθὸ δὴ δοκοῦσι μόνον Ἑβραῖοι τὰ ἑαυτῶν ἀποσεμνύνειν
36 Ἀλλ’ ἀρχὴν ἔδωκεν ὑμῖν ἐπιστήμης ἢ μάθημα φιλόσοφον; καὶ ποῖον; ἡ μὲν γὰρ περὶ τὰ φαινόμενα θεωρία παρὰ τοῖς Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων παρὰ τοῖς βαρβάροις ἐν Βαβυλῶνι γενομένων· ἡ δὲ περὶ τὴν γεωμετρίαν ἀπὸ τῆς γεωδαισίας τῆς ἐν Αἰγύπτῳ τὴν ἀρχὴν λαβοῦσα πρὸς τοσοῦτον μέγεθος ηὐξήθη· τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν Φοινίκων ἐμπόρων ἀρξάμενον τέως εἰς ἐπιστήμης παρὰ τοῖς Ἕλλησι κατέστη πρόσχημα. ταῦτα δὴ τρία μετὰ τῆς συναρίθμου μουσικῆς Ἕλληνες εἰς ἓν συνῆψαν, ἀστρονομίαν γεωμετρίᾳ προσυφήναντες, ἀμφοῖν δὲ προσαρμόσαντες τοὺς ἀριθμοὺς καὶ τὸ ἐν τούτοις ἐναρμόνιον κατανοήσαντες. ἐντεῦθεν ἔθεντο τῇ παρὰ σφίσι μουσικῇ τοὺς ὅρους, εὑρόντες τῶν ἁρμονικῶν λόγων πρὸς τὴν αἴσθησιν τῆς ἀκοῆς ἄπταιστον ὁμολογίαν ἢ ὅτι τούτου μάλιστα ἐγγύς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme