5
Ἄτοπον δὲ οὐ χρὴ νομίζειν τὸ τὴν δίκην αὖθις ἀνάδικον ποιεῖν· τοῖς μὲν γὰρ ἰδιώταις ξυμφέρει τὸ κρεῖττον καὶ λυσιτελέστερον ὀλίγον παριδεῖν, τὴν εἰς τὸν ἔπειτα χρόνον ἀσφάλειαν ὠνουμένοις· ὄντος γὰρ αὐτοῖς ὀλίγου βίου, ἡδὺ μὲν καὶ τὸ ἐπ’ ὀλίγον ἡσυχίας ἀπολαῦσαι, φοβερὸν δὲ καὶ τὸ πρὸς τῶν δικαστηρίων ἀπολέσθαι κρινόμενον, καὶ παισὶ παραπέμψαι τὴν δίκην ἀτελῆ· ὥστε κινδυνεύει κρεῖσσον εἶναι τὸ καὶ ὁπωσοῦν προσλαβεῖν ἥμισυ ἢ περὶ τοῦ παντὸς ἀγωνιζόμενον ἀποθανεῖν· τὰς πόλεις δὲ ἀθανάτους οὔσας εἰ μή τις δικαίως κρίνας τῆς πρὸς ἀλλήλας φιλονεικίας ἀπαλλάξει, ἀθάνατον ἔχειν τὴν δύσνοιαν πάντως ἀναγκαῖον, καὶ τὸ μῖσος δὲ ἰσχυρὸν τῷ χρόνῳ κρατυνόμενον. εἴρηται, φασὶν οἱ ῥήτορες, ὅ γ’ ἐμὸς λόγος, κρίνοις δ’ ἂν αὐτὸς τὰ δέοντα.
Ἰουλιανῷ θείῳ