Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ὑπὲρ τῆς Ἀργείων πόλεως πολλὰ μὲν ἄν τις εἰπεῖν ἔχοι, σεμνύνειν αὐτὴν ἐθέλων, παλαιὰ καὶ νέα πράγματα. τοῦ τε γὰρ Τρωικοῦ, καθάπερ ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Περσικοῦ, προσήκει τὸ πλέον ἐκείνοις ἔργου. δοκεῖ μὲν γὰρ ἄμφω κοινῇ πραχθῆναι παρὰ τῆς Ἑλλάδος· ἄξιον δὲ ὥσπερ τῶν ἔργων καὶ τῆς φροντίδος, οὕτω καὶ τῶν ἐπαίνων τοὺς ἡγεμόνας τὸ πλέον μετέχειν. ἀλλὰ ταῦτα μὲν ἀρχαῖά πως εἶναι δοκεῖ, τὰ δὲ ἐπὶ τούτοις, ἥ τε Ἡρακλειδῶν κάθοδος καὶ ὡς τῷ πρεσβυτάτῳ γέρας ἐξῃρέθη, ἥ τε εἰς Μακεδόνας ἐκεῖθεν ἀποικία, καὶ τὸ Λακεδαιμονίοις οὕτω πλησίον παροικοῦντας ἀδούλωτον ἀεὶ καὶ ἐλευθέραν φυλάξαι τὴν πόλιν, οὐ μικρᾶς οὐδὲ τῆς τυχούσης ἀνδρείας ἦν. ἀλλὰ δὴ καὶ τὰ τοσαῦτα περὶ τοὺς Πέρσας ὑπὸ τῶν Μακεδόνων γενόμενα ταύτῃ προσήκειν τῇ πόλει δικαίως ἄν τις ὑπολάβοι· Φιλίππου τε γὰρ καὶ Ἀλεξάνδρου τῶν πάνυ τῶν προγόνων πατρὶς ἦν αὕτη. Ῥωμαίοις δὲ ὕστερον οὐχ ἁλοῦσα μᾶλλον ἢ κατὰ ξυμμαχίαν ὑπήκουσε, καὶ ὥσπερ οἶμαι μετεῖχε καὶ αὐτὴ καθάπερ αἱ λοιπαὶ τῆς ἐλευθερίας καὶ τῶν ἄλλων δικαίων, ὁπόσα νέμουσι ταῖς περὶ τὴν Ἑλλάδα πόλεσιν οἱ κρατοῦντες ἀεί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme