Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Ἄλλοι μὲν ἵππων, ἄλλοι δὲ ὀρνέων, ἄλλοι δὲ θηρίων ἐρῶσιν· ἐμοὶ δὲ βιβλίων κτήσεως ἐκ παιδαρίου δεινὸς ἐντέτηκε πόθος. ἄτοπον οὖν, εἰ ταῦτα περιίδοιμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον μόνον ἀποπλῆσαι τὸν πολὺν ἔρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαιρεῖσθαι ῥᾳδίως διανοουμένους. ταύτην οὖν ἰδιωτικήν μοι δὸς τὴν χάριν, ὅπως ἀνευρεθῇ πάντα τὰ Γεωργίου βιβλία. πολλὰ μὲν γὰρ ἦν φιλόσοφα παρ’ αὐτῷ, πολλὰ δὲ ῥητορικά, πολλὰ δὲ ἦν καὶ τῆς τῶν δυσσεβῶν Γαλιλαίων διδασκαλίας· ἃ βουλοίμην μὲν ἠφανίσθαι πάντη, τοῦ δὲ μὴ σὺν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα, ζητείσθω κἀκεῖνα μετ’ ἀκριβείας ἅπαντα. ἡγεμὼν δὲ τῆς ζητήσεως ἔστω σοι ταύτης ὁ νοτάριος Γεωργίου, ὃς μετὰ πίστεως μὲν ἀνιχνεύσας αὐτὰ γέρως ἴστω τευξόμενος ἐλευθερίας, εἰ δ’ ἁμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πεῖραν ἥξων. ἐπίσταμαι δὲ ἐγὼ τὰ Γεωργίου βιβλία, καὶ εἰ μὴ πάντα, πολλὰ μέντοι· μετέδωκε γάρ μοι περὶ τὴν Καππαδοκίαν ὄντι πρὸς μεταγραφήν τινα, καὶ ταῦτα ἔλαβε πάλιν.

Ἀλεξανδρεῦσι διάταγμα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme