Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Πηγάσιον ἡμεῖς οὔποτ’ ἂν προσήκαμεν ῥᾳδίως, εἰ μὴ σαφῶς ἐπεπείσμεθα, ὅτι καὶ πρότερον εἶναι δοκῶν τῶν Γαλιλαίων ἐπίσκοπος ἠπίστατο σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς. οὐκ ἀκοὴν ἐγώ σοι ταῦτα ἀπαγγέλλω τῶν πρὸς ἔχθραν καὶ φιλίαν λέγειν εἰωθότων, ἐπεὶ καὶ ἐμοὶ πάνυ διετεθρύλητο τὰ τοιαῦτα περὶ αὐτοῦ, καὶ ναὶ μὰ τοὺς θεοὺς ᾤμην οὕτω χρῆναι μισεῖν αὐτὸν ὡς οὐδένα τῶν πονηροτάτων. ἐπεὶ δὲ κληθεὶς εἰς τὸ στρατόπεδον ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου ταύτην ἐπορευόμην τὴν ὁδόν, ἀπὸ τῆς Τρῳάδος ὄρθρου βαθέος διαναστὰς ἦλθον εἰς τὸ Ἴλιον περὶ πλήθουσαν ἀγοράν. ὁ δὲ ὑπήντησέ μοι καὶ βουλομένῳ τὴν πόλιν ἱστορεῖν—ἦν γάρ μοι τοῦτο πρόσχημα τοῦ φοιτᾶν εἰς τὰ ἱερά—περιηγητής τε ἐγένετο καὶ ἐξενάγησέ με πανταχοῦ. ἄκουε τοίνυν ἔργα καὶ λόγους, ἀφ’ ὧν ἄν τις εἰκάσειεν οὐκ ἀγνώμονα τὰ πρὸς τοὺς θεοὺς αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme