1
Κοινῶς μὲν ἅπασι τοῖς ὁπωσοῦν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου πεφυγαδευμένοις ἕνεκεν τῆς τῶν Γαλιλαίων ἀπονοίας ἀνῆκα τὴν φυγήν, σοὶ δὲ οὐκ ἀνίημι μόνον, ἀλλὰ γὰρ καὶ παλαιᾶς γνώσεώς τε καὶ συνηθείας μεμνημένος ἀφικέσθαι προτρέπω μέχρις ἡμῶν. χρήσῃ δὲ ὀχήματι δημοσίῳ μέχρι τοῦ στρατοπέδου τοῦ ἐμοῦ καὶ ἑνὶ παρίππῳ.
Θεοδώρῳ ἀρχιερεῖ.