20
Ἦν μὲν οὖν ἴσως πρὸ τούτων εἰρῆσθαι καλόν, ὅθεν καὶ ὅπως χρὴ τοὺς ἱερέας ἀποδεικνύειν· οὐδὲν δὲ ἄτοπον εἰς τοῦτό μοι τοὺς λόγους λῆξαι. ἐγώ φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους καὶ μάλιστα μὲν φιλοθεωτάτους, ἔπειτα φιλανθρωποτάτους, ἐάν τε πένητες ὦσιν ἐάν τε πλούσιοι· διάκρισις ἔστω πρὸς τοῦτο μηδ’ ἡτισοῦν ἀφανοῦς καὶ ἐπιφανοῦς· ὁ γὰρ διὰ πρᾳότητα λεληθὼς οὐ διὰ τὴν τοῦ ἀξιώματος ἀφάνειαν δίκαιός ἐστι κωλύεσθαι. κἂν πένης οὖν ᾖ τις δημότης ἔχων ἐν ἑαυτῷ δύο ταῦτα, τό τε φιλόθεον καὶ τὸ φιλάνθρωπον, ἱερεὺς ἀποδεικνύσθω. δεῖγμα δὲ τοῦ φιλοθέου μέν, εἰ τοὺς οἰκείους ἅπαντας εἰς τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν εἰσαγάγοι, τοῦ φιλανθρώπου δέ, εἰ καὶ ἐξ ὀλίγων εὐκόλως κοινωνεῖ τοῖς δεομένοις καὶ μεταδίδωσι προθύμως, εὖ ποιεῖν ἐπιχειρῶν ὅσους ἂν οἷός τε ᾖ.