Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
42 Συνίην μὲν οὖν καὶ τότε ταῦτα ποιῶν ὅτι μὴ πᾶσιν ἀρέσοιμι, πλὴν ἔμελεν οὐδὲν ἐμοί· τῷ γὰρ ἀδικουμένῳ πλήθει βοηθεῖν ᾤμην χρῆναι καὶ τοῖς ἀφικνουμένοις ξένοις, ἐμοῦ τε ἕνεκα καὶ τῶν συνόντων ἡμῖν ἀρχόντων. ἐπεὶ δ’ οἶμαι συμβαίνει τοὺς μὲν ἀπιέναι, τὴν πόλιν δ’ εἶναι τὰ πρὸς ἐμὲ γνώμης μιᾶς· οἱ μὲν γὰρ μισοῦσιν, οἱ δ’ ὑπ’ ἐμοῦ τραφέντες ἀχαριστοῦσιν· Ἀδραστείᾳ πάντα ἐπιτρέψας ἐς ἄλλο ἔθνος οἰχήσομαι καὶ δῆμον ἕτερον, οὐδὲν ὑμᾶς ὑπομνήσας ὧν ἐνιαυτοῖς ἔμπροσθεν ἐννέα δίκαια δρῶντες εἰς ἀλλήλους εἰργάσασθε, φέρων μὲν ὁ δῆμος ἐπὶ τὰς οἰκίας τῶν δυνατῶν ξὺν βοῇ τὴν φλόγα καὶ ἀποκτιννὺς τὸν ἄρχοντα, δίκην δ’ αὖθις ἀποτίνων ὑπὲρ τούτων, ὧν ὀργιζόμενος δικαίως ἔπραξεν οὐκέτι μετρίως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme