Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
41 Τί οὖν ὑμῶν οἱ πλούσιοι; τὸν μὲν ἐπὶ τῶν ἀγρῶν σῖτον λάθρᾳ ἀπέδοντο πλείονος, ἐβάρησαν δὲ τὸ κοινὸν τοῖς ἰδίοις ἀναλώμασι· καὶ οὐχ ἡ πόλις μόνον ἐπὶ τοῦτο συρρεῖ, οἱ πλεῖστοι δὲ καὶ ἐκ τῶν ἀγρῶν συντρέχουσιν, ὃ μόνον ἐστὶν εὑρεῖν πολὺ καὶ εὔωνον, ἄρτους ὠνούμενοι. καίτοι τίς μέμνηται παρ’ ὑμῖν εὐθηνουμένης τῆς πόλεως πεντεκαίδεκα μέτρα σίτου πραθέντα τοῦ χρυσοῦ;
42 ταύτης ἕνεκεν ὑμῖν ἀπηχθόμην ἐγὼ τῆς πράξεως, ὅτι τὸν οἶνον ὑμῖν οὐκ ἐπέτρεψα καὶ τὰ λάχανα καὶ τὰς ὀπώρας ἀποδόσθαι χρυσοῦ, καὶ τὸν ὑπὸ τῶν πλουσίων ἀποκεκλεισμένον ἐν ταῖς ἀποθήκαις σῖτον ἄργυρον αὐτοῖς καὶ χρυσὸν ἐξαίφνης παρ’ ὑμῶν γενέσθαι. ἐκεῖνοι μὲν γὰρ αὐτὸν ἔξω τῆς πόλεως διέθεντο καλῶς, ἐργασάμενοι τοῖς ἀνθρώποις λιμὸν ἀλοιητῆρα βρότειον, ὡς ὁ θεὸς ἔφη τοὺς ταῦτα ἐπιτηδεύοντας ἐξελέγχων. ἡ πόλις δ’ ἐν ἀφθονίᾳ γέγονεν ἄρτων ἕνεκα μόνον, ἄλλου δ’ οὐδενός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme