Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
25 Ταῦτα ἐδίδασκέ με νομίζων ἰδιώτην ἔσεσθαι· καὶ γὰρ οὐδὲ προύγνω ταύτην ἐκ Διός μοι τὴν τύχην ἐσομένην, εἰς ἣν νῦν ὁ θεὸς φέρων κατέστησεν. ἐγὼ δὲ αἰσχυνόμενος ἄρχων ἰδιώτου φαυλότερος εἶναι λέληθα ἐμαυτόν, οὐδὲν δέον, ὑμῖν τῆς ἀγροικίας μεταδιδοὺς τῆς ἐμαυτοῦ. καί με ἕτερος τῶν Πλάτωνος νόμων ὑπομνησθέντα ἐμαυτοῦ πεποίηκεν ἀπεχθάνεσθαι πρὸς ὑμᾶς, ὅς φησι δεῖν αἰδῶ καὶ σωφροσύνην ἀσκεῖν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους, ἵνα τὰ πλήθη πρὸς αὐτοὺς ἀποβλέποντα κοσμῆται. μόνῳ οὖν μοι, μᾶλλον δὲ ξὺν ὀλίγοις ἐπιτηδεύοντι νῦν τοῦτο πρὸς θάτερα περιέστη καὶ γέγονεν οὐκ ἀπεικότως ἐν ὀνείδει. ἑπτὰ γάρ ἐσμεν οἵδε παρ’ ὑμῖν ξένοι νεήλυδες, εἷς δὲ καὶ πολίτης ὑμέτερος, Ἑρμῇ φίλος καὶ ἐμοί, λόγων ἀγαθὸς δημιουργός, οἷς οὐδέν ἐστι πρός τινα συμβόλαιον, οὐδ’ ἄλλην ὁδὸν βαδίζομεν ἢ πρὸς τὰ τῶν θεῶν ἱερά, καὶ ὀλιγάκις, οὐ πάντες, εἰς τὰ θέατρα, πεποιημένοι τὸ δυσκλεέστατον τῶν ἔργων καὶ ἐπονειδιστότατον τοῦ βίου τέλος· ἐπιτρέψουσί μοι πάντως οἱ τῶν Ἑλλήνων σοφοὶ φάναι τι τῶν παρ’ ὑμῖν ἐπιπολαζόντων· οὐ γὰρ ἔχω πῶς ἂν αὐτὸ μᾶλλον ἐνδειξαίμην· ἐπὶ τῆς μεσιτείας αὑτοὺς ἐτάξαμεν, οὕτω περὶ πολλοῦ ποιούμεθα τὸ προσκρούειν ὑμῖν καὶ ἀπεχθάνεσθαι, δέον ἀρέσκειν καὶ θωπεύειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme