Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
18 Αἰτοῦμαι τοίνυν ὑπὲρ ἐμαυτοῦ πρῶτον συγγνώμην, ἐν μέρει δὲ καὶ ὑμῖν νέμω τὰ πάτρια ζηλοῦσιν, οὐδ’ ἐν ὀνείδει προφέρομαι τὸ Ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, τοὐναντίον δὲ ἀντ’ ἐγκωμίων. ὑμῖν προσεῖναί φημι πατρίων ζῆλον ἐπιτηδευμάτων. ἐπεὶ καὶ Ὅμηρος ἐπαινῶν τὸν Αὐτόλυκόν φησι περιεῖναι πάντων Κλεπτοσύνῃ θ’ ὅρκῳ τε. καὶ ἐμαυτοῦ τὴν σκαιότητα καὶ τὴν ἀμαθίαν καὶ τὴν δυσκολίαν καὶ τὸ μὴ ῥᾳδίως μαλάττεσθαι μηδὲ ἐπὶ τοῖς δεομένοις ἢ τοῖς ἐξαπατῶσι τὰ ἐμαυτοῦ ποιεῖσθαι μηδὲ ταῖς βοαῖς εἴκειν καὶ τὰ τοιαῦτα στέργω ὀνείδη. πότερα μὲν οὖν ἐστι κουφότερα, θεοῖς ἴσως δῆλον, ἐπείπερ ἀνθρώπων οὐδεὶς οἷός τε ἡμῖν ἐστιν ὑπὲρ τῶν διαφορῶν βραβεῦσαι· πεισόμεθα γὰρ οὐδαμῶς αὐτῷ διὰ φιλαυτίαν, θαυμάζειν γὰρ εἰκὸς τὰ ἑαυτοῦ ἕκαστον, ἀτιμάζειν δὲ τὰ παρὰ τοῖς ἄλλοις. ὁ δὲ τῷ τὰ ἐναντία ζηλοῦντι νέμων συγγνώμην εἶναί μοι δοκεῖ πρᾳότατος.
19 Ἐγὼ δὲ ἐννοήσας εὑρίσκω καὶ ἕτερα δεινὰ ἐμαυτὸν εἰργασμένον. πόλει γὰρ προσιὼν ἐλευθέρᾳ, τὸν αὐχμὸν τῶν τριχῶν οὐκ ἀνεχομένῃ, ὥσπερ οἱ κουρέων ἀποροῦντες ἄκαρτος καὶ βαθυγένειος εἰσέδραμον· ἐνόμισας ἂν Σμικρίνην ὁρᾶν ἢ Θρασυλέοντα, δύσκολον πρεσβύτην ἢ στρατιώτην ἀνόητον, ἐξὸν φανῆναι τῷ καλλωπισμῷ παῖδα ὡραῖον καὶ γενέσθαι μειράκιον, εἰ μὴ τὴν ἡλικίαν, τὸν τρόπον γε καὶ τὴν ἁβρότητα τοῦ προσώπου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme