Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
15 ἔθυσεν ὁ καῖσαρ ἐν τῷ τοῦ Διὸς ἅπαξ, εἶτα ἐν τῷ τῆς Τύχης, εἰς τὸ τῆς Δήμητρος τρὶς ἐφεξῆς ἐβάδισεν· ἐπιλέλησμαι γὰρ εἰς τὸ τῆς Δάφνης ὁσάκις εἰσῆλθον τέμενος, προδοθὲν μὲν ὀλιγωρίᾳ τῶν φυλάκων, ταῖς δὲ τῶν ἀθέων ἀνδρῶν τόλμαις ἀφανισθέν. ἡ Σύρων ἥκει νουμηνία, καὶ ὁ καῖσαρ αὖθις εἰς Φιλίου Διός· εἶτα ἡ πάγκοινος ἑορτή, καὶ ὁ καῖσαρ εἰς τὸ τῆς Τύχης ἔρχεται τέμενος. ἐπισχὼν σχὼν δὲ τὴν ἀποφράδα πάλιν ἐς Φιλίου Διὸς τὰς εὐχὰς ἀναλαμβάνει κατὰ τὰ πάτρια. καὶ τίς ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος καίσαρος, ἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν τοῖς θεοῖς, ἐπιτελεῖν δὲ τὰς πανηγύρεις ἐκείνας, ὁπόσαι κοιναὶ μέν εἰσι παντὶ τῷ δήμῳ καὶ ὧν ἔξεστι μετέχειν οὐ τοῖς ἐπισταμένοις μόνον θεούς, ἀλλὰ καὶ τοῖς ὧν ἐστιν ἡ πόλις πλήρης; ἡδονὴ δὲ πολλὴ καὶ χάριτες, ὁποίας ἄν τις εὐφραίνοιτο διηνεκῶς καρπούμενος, ὁρῶν ὀρχουμένους ἄνδρας καὶ παιδάρια καὶ γύναια πολλά.
16 Ὅταν οὖν ταῦτα λογίσωμαι, μακαρίζω μὲν ὑμᾶς τῆς εὐδαιμονίας, ἐμαυτῷ δὲ οὐκ ἄχθομαι· φίλα γάρ ἐστί μοι κατά τινα θεὸν ἴσως ταῦτα. διόπερ οὐδ’ ἀγανακτῶ, εὖ ἴστε, τοῖς δυσχεραίνουσί μου τῷ βίῳ καὶ τῇ προαιρέσει. προστίθημι δ’ αὐτὸς ὅσα δυνατόν ἐστί μοι τοῖς εἰς ἐμαυτὸν σκώμμασι μειζόνως ἐπικαταχέων ἐμαυτοῦ ταυτασὶ τὰς λοιδορίας, ὃς ὑπὸ ἀφροσύνης οὐ συνῆκα, ποταπὸν ἐξ ἀρχῆς τὸ τῆσδε τῆς πόλεως ἦθος, καὶ ταῦτα τῶν ἡλικιωτῶν τῶν ἐμῶν, ὡς ἐμαυτὸν πείθω, βιβλία ἀνελίξας οὐδενὸς ἀριθμὸν ἐλάττω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme