14
εἶεν. ἀλλ’ ἐκεῖνο τίς ἀνέξεταί σου; καθεύδεις ὡς ἐπίπαν νύκτωρ μόνος οὐδ’ ἔστιν οὐδέν, ὅ σου τὸν ἄγριον καὶ ἀνήμερον μαλάξει θυμόν· ἀποκέκλεισται δὲ πάσῃ πανταχοῦ πάροδος γλυκυθυμίᾳ· καὶ τὸ μέγιστον τῶν κακῶν, ὅτι τοιοῦτον ζῶν βίον εὐφραίνῃ καὶ πεποίησαι τὰς κοινὰς κατάρας ἡδονήν. εἶτα ἀγανακτεῖς, εἴ του τὰ τοιαῦτα ἀκούεις; ἐξὸν εἰδέναι χάριν τοῖς ὑπ’ εὐνοίας ἐμμελέστερόν σε νουθετοῦσιν ἐν τοῖς ἀναπαίστοις ἀποψιλῶσαι μὲν τὰς παρειάς, καλὰ δὲ ἀπὸ σαυτοῦ πρῶτον ἀρξάμενον δεικνύειν πάντα τῷ δήμῳ τῷ φιλογέλωτι τῷδε θεάματα, μίμους, ὀρχηστάς, ἥκιστα αἰσχυνομένας γυναῖκας, παιδάρια περὶ κάλλους ἁμιλλώμενα ταῖς γυναιξίν, ἄνδρας ἀπεψιλωμένους οὔτι τὰς γνάθους μόνον, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα, λειότεροι τῶν γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν, ἑορτάς, πανηγύρεις, οὔτι μὰ Δία τὰς ἱεράς, ἐν αἷς χρὴ σωφρονεῖν· ἅλις μὲν γὰρ ἐκείνων ἐστίν, ὥσπερ τῆς δρυός, καὶ πολὺς ὁ κόρος αὐτῶν.