6
ἔχει μὲν δὴ τὸ φῶς αὐτοῦ ταύτην οἶμαι τὴν ἀναλογίαν πρὸς τὸ ὁρατόν, ἥνπερ πρὸς τὸ νοητὸν ἁλήθεια. αὐτὸς δὲ ὁ ξύμπας, ἅτε δὴ τοῦ πρώτου καὶ μεγίστου τῆς ἰδέας τἀγαθοῦ γεγονὼς ἔκγονος, ὑποστὰς αὐτοῦ περὶ τὴν μόνιμον οὐσίαν ἐξ ἀιδίου καὶ τὴν ἐν τοῖς νοεροῖς θεοῖς παρεδέξατο δυναστείαν, ὧν τἀγαθόν ἐστι τοῖς νοητοῖς αἴτιον, ταῦτα αὐτὸς τοῖς νοεροῖς νέμων. ἔστι δ’ αἴτιον οἶμαι τἀγαθὸν τοῖς νοητοῖς θεοῖς κάλλους, οὐσίας, τελειότητος, ἑνώσεως, συνέχον αὐτὰ καὶ περιλάμπον ἀγαθοειδεῖ δυνάμει· ταῦτα δὴ καὶ τοῖς νοεροῖς Ἥλιος δίδωσιν, ἄρχειν καὶ βασιλεύειν αὐτῶν ὑπὸ τἀγαθοῦ τεταγμένος, εἰ καὶ συμπροῆλθον αὐτῷ καὶ συνυπέστησαν, ὅπως οἶαμι καὶ τοῖς νοεροῖς θεοῖς ἀγαθοειδὴς αἰτία προκαθηγουμένη τῶν ἀγαθῶν πᾶσιν ἅπαντα κατὰ νοῦν εὐθύνῃ.
6
Ἀλλὰ καὶ τρίτος ὁ φαινόμενος οὑτοσὶ δίσκος ἐναργῶς αἴτιός ἐστι τοῖς αἰσθητοῖς τῆς σωτηρίας, καὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν Ἥλιον, τοσούτων αἴτιος καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς.