Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
29 Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὓς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν.
30 τί οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἆλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λήξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ, τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme