21
ἐπεὶ δὲ ἐν τοῖς τοιούτοις ὁ λόγος ἔοικεν ἀντιστρέφειν, ὅσα καὶ περὶ τῶν δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν ἐφεξῆς σκοποῦμεν, ταῦτα οὐκ ἔργα μόνον, ἀλλὰ καὶ οὐσίαν νομιστέον. εἰσὶ γάρ τοι θεοὶ συγγενεῖς Ἡλίῳ καὶ συμφυεῖς, τὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι, πληθυνόμενοι μὲν ἐν τῷ κόσμῳ, περὶ αὐτὸν δὲ ἑνοειδῶς ὄντες. ἄκουε δὴ πρῶτον ὅσα φασὶν οἱ τὸν οὐρανὸν οὐχ ὥσπερ ἵπποι καὶ βόες ὁρῶντες ἤ τι τῶν ἀλόγων καὶ ἀμαθῶν ζῴων, ἀλλ’ ἐξ αὐτοῦ τὴν ἀφανῆ πολυπραγμονοῦντες φύσιν· ἔτι δὲ πρὸ τούτων, εἴ σοι φίλον, περὶ τῶν ὑπερκοσμίων δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν, καὶ ἐκ μυρίων τὸ πλῆθος ὀλίγα θέασαι.