Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
16 Ἔτι δὲ προσεκτέον τοῖς ἀύλοις εἴδεσι καὶ νοητοῖς, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, ὅσα περὶ τὴν ὕλην ἐστὶν ἢ περὶ τὸ ὑποκείμενον. ἀναφανήσεται πάλιν ἐνταῦθα μέσον τὸ νοερὸν τῶν περὶ τὸν μέγαν Ἥλιον εἰδῶν, ὑφ’ ὧν καὶ τὰ περὶ τὴν ὕλην εἴδη βοηθεῖται μήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ’ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα. τί γάρ; οὐχ οὗτός ἐστι τῆς διακρίσεως τῶν εἰδῶν καὶ συγκρίσεως τῆς ὕλης αἴτιος, οὐ νοεῖν ἡμῖν αὑτὸν μόνον παρέχων, ἀλλὰ καὶ ὁρᾶν ὄμμασιν; ἡ γάρ τοι τῶν ἀκτίνων εἰς πάντα τὸν κόσμον διανομὴ καὶ ἡ τοῦ φωτὸς ἕνωσις τὴν δημιουργικὴν ἐνδείκνυται διάκρισιν τῆς ποιήσεως.
17 Πολλῶν δὲ ὄντων ἔτι περὶ τὴν οὐσίαν τοῦ θεοῦ τῶν φαινομένων ἀγαθῶν, ἃ δὴ ὅτι μέσος ἐστὶ τῶν τε νοητῶν καὶ τῶν ἐγκοσμίων θεῶν παρίστησιν, ἐπὶ τὴν τελευταίαν αὐτοῦ μετίωμεν ἐμφανῆ λῆξιν. πρώτη μὲν οὖν ἐστιν αὐτοῦ τῶν περὶ τὸν τελευταῖον κόσμον ἡ τῶν ἡλιακῶν ἀγγέλων οἷον ἐν παραδείγματι τὴν ἰδέαν καὶ τὴν ὑπόστασιν ἔχουσα· μετὰ ταύτην δὲ ἡ τῶν αἰσθητῶν γεννητική, ἧς τὸ μὲν τιμιώτερον οὐρανοῦ καὶ ἀστέρων ἔχει τὴν αἰτίαν, τὸ δὲ ὑποδεέστερον ἐπιτροπεύει τὴν γένεσιν, ἐξ ἀιδίου περιέχον αὐτῆς ἐν ἑαυτῷ τὴν ἀγέννητον αἰτίαν. ἅπαντα μὲν οὖν τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ τοῦδε διελθεῖν οὐδὲ εἴ τῳ δοίη νοῆσαι αὐτὰ ὁ θεὸς οὗτος δυνατόν, ὅπου καὶ τὰ πάντα περιλαβεῖν τῷ νῷ ἔμοιγε φαίνεται ἀδύνατον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme