Thesauros Literature rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
10 Ἐπεισέρχεται Περτίναξ τῷ συμποσίῳ τὴν σφαγὴν ὀδυρόμενος. ἡ Δίκη δὲ αὐτὸν κατελεήσασα, Ἀλλ’ οὐ χαιρήσουσιν, εἶπεν, οἱ τούτων αἴτιοι· καὶ σὺ δέ, ὦ Περτίναξ, ἠδίκεις κοινωνῶν τῆς ἐπιβουλῆς, ὅσον ἐπὶ τοῖς σκέμμασιν, ἣν ὁ Μάρκου παῖς ἐπεβουλεύθη. μετὰ τοῦτον ὁ Σεβῆρος, ἀνὴρ πικρίας γέμων καὶ κολαστικός. Ὑπὲρ τούτου δέ, εἶπεν ὁ Σειληνός, οὐδὲν λέγω· φοβοῦμαι γὰρ αὐτοῦ τὸ λίαν ἀπηνὲς καὶ ἀπαραίτητον. ὡς δὲ ἔμελλεν αὐτῷ καὶ τὰ παιδάρια συνεισιέναι, πόρρωθεν αὐτὰ διεκώλυσεν ὁ Μίνως. ἐπιγνοὺς δὲ σαφῶς τὸν μὲν νεώτερον ἀφῆκε, τὸν δὲ πρεσβύτερον τιμωρίαν ἔπεμψε τίσοντα. Μακρῖνος ἐνταῦθα φυγὰς μιαιφόνος· εἶτα τὸ ἐκ τῆς Ἐμέσης παιδάριον πόρρω που τῶν ἱερῶν ἀπηλαύνετο περιβόλων. ὅ γε μὴν Σύρος Ἀλέξανδρος ἐν ἐσχάτοις που καθῆστο τὴν αὑτοῦ συμφορὰν ποτνιώμενος. καὶ ὁ Σειληνὸς ἐπισκώπτων αὐτὸν εἶπεν Ὦ μῶρε καὶ μέγα νήπιε, τηλικοῦτος ὢν οὐκ αὐτὸς ἦρχες τῶν σεαυτοῦ, τὰ χρήματα δὲ ἐδίδους τῇ μητρὶ καὶ οὐκ ἐπείσθης, ὅσῳ κρεῖττον ἀναλίσκειν ἦν αὐτὰ τοῖς φίλοις ἢ θησαυρίζειν. Ἀλλ’ ἔγωγε, εἶπεν ἡ Δίκη, πάντας αὐτούς, ὅσοι μεταίτιοι γεγόνασι τούτων, κολασθησομένους παραδώσω. καὶ οὕτως ἀνείθη τὸ μειράκιον.
11 ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ; ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη· τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme