Thesauros Literature rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
6 ταῦτα ἔτι παιζόντων αὐτῶν, ἐπεισέρχεται θηρίον πονηρόν. εἶτα οἱ θεοὶ πάντες ἀπέστρεψαν τὰ ὄμματα, κᾆτα αὐτὸν δίδωσιν ἡ Δίκη ταῖς Ποιναῖς, αἱ δὲ ἔρριψαν εἰς Τάρταρον. οὐδὲν οὖν ἔσχεν ὁ Σειληνὸς ὑπὲρ αὐτοῦ φράσαι. τοῦ Κλαυδίου δὲ ἐπεισελθόντος, ὁ Σειληνὸς ἄρχεται τοὺς Ἀριστοφάνους Ἱππέας ᾄδειν, ἀντὶ τοῦ Δήμου κολακεύων δῆθεν τὸν Κλαύδιον. εἶτα πρὸς τὸν Κυρῖνον ἀπιδών, Ἀδικεῖς, εἶπεν, ὦ Κυρῖνε, τὸν ἀπόγονον ἄγων εἰς τὸ συμπόσιον δίχα τῶν ἀπελευθέρων Ναρκίσσου καὶ Πάλλαντος. ἀλλ’ ἴθι, εἶπε, πέμψον ἐπ’ ἐκείνους, εἰ βούλει δέ, καὶ ἐπὶ τὴν γαμετὴν Μεσσαλίναν. ἔστι γὰρ ἐκείνων δίχα τουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον. ἐπεισέρχεται λέγοντι τῷ Σειληνῷ Νέρων μετὰ τῆς κιθάρας καὶ τῆς δάφνης. εἶτα ἀποβλέψας ἐκεῖνος πρὸς τὸν Ἀπόλλωνα, Οὗτος, εἶπεν, ἐπὶ σὲ παρασκευάζεται. καὶ ὁ βασιλεὺς Ἀπόλλων, Ἀλλ’ ἔγωγε αὐτόν, εἶπεν, ἀποστεφανώσω, ὅτι με μὴ πάντα μιμεῖται μηδὲ ἐν οἷς με μιμεῖται γίγνεται μου μιμητὴς δίκαιος. ἀποστεφανωθέντα δὲ αὐτὸν ὁ Κωκυτὸς εὐθέως ἥρπασεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme