33
Λήξαντος δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Ὀκταβιανὸν αὖθις ὁ Ἑρμῆς ἐκίνει. Σὺ δέ, εἶπεν, οὐκ ἐρεῖς ἡμῖν, τί κάλλιστον ἐνόμιζες εἶναι; καὶ ὅς, Βασιλεῦσαι, ἔφη, καλῶς. Τί δέ ἐστι τὸ καλῶς, ὦ Σεβαστέ, φράσον, ἐπεὶ τοῦτό γε ἔστι καὶ τοῖς πονηροτάτοις λέγειν. ᾤετο γοῦν καὶ Διονύσιος καλῶς βασιλεύειν καὶ ὁ τούτου μιαρώτερος Ἀγαθοκλῆς. Ἀλλ’ ἴστε, εἶπεν, ὦ θεοί, ὡς προπέμπων τὸν θυγατριδοῦν ηὐξάμην ὑμῖν τόλμαν μὲν αὐτῷ δοῦναι τὴν Καίσαρος, δεινότητα δὲ τὴν Πομπηίου, τύχην δὲ τὴν ἐμήν. Πολλά, εἶπεν ὁ Σειληνός, καὶ θεῶν ὄντως σωτήρων ἔργα δεόμενα συνεφόρησεν οὗτος ὁ κοροπλάθος. Εἶτα διὰ τί τοῦτο, ἔφη, τὸ ὄνομά μοι γελοῖον οὕτως ἔθου; Ἤ γὰρ οὐκ ἔπλαττες ἡμῖν, εἶπεν, ὥσπερ ἐκεῖνοι τὰς νύμφας, ὦ Σεβαστέ, θεούς, ὧν ἕνα καὶ πρῶτον τουτονὶ Καίσαρα; καὶ ὁ μὲν Ὀκταβιανὸς ὥσπερ δυσωπούμενος ἀπεσιώπησεν.