Thesauros Literature rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
12 Τούτοις ἐπεισέρχεται Κλαύδιος, εἰς ὃν ἀπιδόντες οἱ θεοὶ πάντες ἠγάσθησάν τε αὐτὸν τῆς μεγαλοψυχίας καὶ ἐπένευσαν αὐτοῦ τῷ γένει τὴν ἀρχήν, δίκαιον εἶναι νομίσαντες οὕτω φιλοπάτριδος ἀνδρὸς ἐπὶ πλεῖστον εἶναι τὸ γένος ἐν ἡγεμονίᾳ. τούτοις ἐπεισέδραμεν Αὐρηλιανὸς ὥσπερ ἀποδιδράσκων τοὺς εἴργοντας αὐτὸν παρὰ τῷ Μίνωι· πολλαὶ γὰρ αὐτῷ συνίσταντο δίκαι τῶν ἀδίκων φόνων, καὶ ἔφευγε τὰς γραφὰς κακῶς ἀπολογούμενος. Ἥλιος δὲ οὑμὸς δεσπότης αὐτῷ πρός τε τὰ ἄλλα βοηθῶν, οὐχ ἥκιστα δὲ καὶ πρὸς τοῦτο αὐτὸ συνήρατο, φράσας ἐν τοῖς θεοῖς, Ἀλλ’ ἀπέτισε τὴν δίκην, ἢ λέληθεν ἡ δοθεῖσα Δελφοῖς μαντεία Αἴκε πάθῃ τά τ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme