2
τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ ἐρασθέντι μόνον· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας, αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅ, τι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον.